Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.15 Joseph. AJ 14.20 (English) >>Joseph. AJ 14.25

14.18οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δʼ αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη, Ζωϊρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα. 14.19

Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα. 14.20 δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων. 14.21 μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον. 14.22Ὀνίαν δέ τινα ὄνομα δίκαιον ὄντα καὶ θεοφιλῆ, ὃς ἀνομβρίας ποτὲ οὔσης ηὔξατο τῷ θεῷ λῦσαι τὸν αὐχμὸν καὶ γενόμενος ἐπήκοος θεὸς ὗσεν, κρύψαντα ἑαυτὸν διὰ τὸ τὴν στάσιν ὁρᾶν ἰσχυρὰν ἐπιμένουσαν, ἀναχθέντα εἰς τὸ στρατόπεδον τῶν Ἰουδαίων ἠξίουν, ὡς ἔπαυσε τὴν ἀνομβρίαν εὐξάμενος, ἵνʼ οὕτως ἀρὰς θῇ κατὰ Ἀριστοβούλου καὶ τῶν συστασιαστῶν αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.15 Joseph. AJ 14.20 (English) >>Joseph. AJ 14.25

Powered by PhiloLogic